Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.361 Joseph. AJ 13.367 (English) >>Joseph. AJ 13.372

13.364τῶν δὲ βουλευτῶν ἦσαν οἱ πάντες πεντακόσιοι συμφυγόντες εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν· συνεδρευόντων γὰρ τὴν ἐπίθεσιν συνέβη γενέσθαι· δὲ Ἀλέξανδρος τούτους τε ἀναιρεῖ καὶ τὴν πόλιν αὐτοῖς ἐπικατασκάψας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα ἐνιαυτῷ πολιορκήσας. 13.365

Ὑπὸ τὸν αὐτὸν δὲ τοῦτον καιρὸν καὶ Ἀντίοχος ἐπικληθεὶς Γρυπὸς ἀποθνήσκει ὑπὸ Ἡρακλέωνος ἐπιβουλευθείς, βιώσας μὲν ἔτη τεσσαράκοντα καὶ πέντε, βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι. 13.366διαδεξάμενος δὲ τὴν βασιλείαν αὐτοῦ παῖς Σέλευκος ἐπολέμει μὲν τῷ τοῦ πατρὸς ἀδελφῷ Ἀντιόχῳ, ὃς ἐπεκαλεῖτο Κυζικηνός, νικήσας δʼ αὐτὸν καὶ λαβὼν ἀπέκτεινεν. 13.367μετʼ οὐ πολὺ δὲ τοῦ Κυζικηνοῦ παῖς Ἀντίοχος, Εὐσεβὴς καλούμενος, παραγενηθεὶς εἰς Ἄραδον καὶ περιθέμενος διάδημα πολεμεῖ τῷ Σελεύκῳ, καὶ κρατήσας ἐξήλασεν αὐτὸν ἐκ πάσης τῆς Συρίας. 13.368 δὲ φυγὼν εἰς Κιλικίαν καὶ γενόμενος ἐν τῇ Μόψου ἑστίᾳ πάλιν αὐτοὺς εἰσέπραττε χρήματα. δὲ τῶν Μοψεστέων δῆμος ἀγανακτήσας ὑφῆψεν αὐτοῦ τὰ βασίλεια καὶ διέφθειρεν αὐτὸν μετὰ τῶν φίλων. 13.369Ἀντιόχου δὲ τοῦ Κυζικηνοῦ παιδὸς βασιλεύοντος τῆς Συρίας Ἀντίοχος Σελεύκου ἀδελφὸς ἐκφέρει πόλεμον πρὸς αὐτὸν καὶ νικηθεὶς ἀπόλλυται μετὰ τῆς στρατιᾶς. μετὰ δʼ αὐτὸν ἀδελφὸς αὐτοῦ Φίλιππος ἐπιθέμενος διάδημα μέρους τινὸς τῆς Συρίας ἐβασίλευσεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.361 Joseph. AJ 13.367 (English) >>Joseph. AJ 13.372

Powered by PhiloLogic